Τετάρτη, 13 Μαΐου 2015

Παρακλητικός Κανών στον Άγιον Θεράποντα Επισκόπου Κύπρου +14 Μαΐου

ΕικόναΕὐλογήσαντος τοῦ Ἱερέως,
Ψαλμός ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου.
Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου.
Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου.
Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα.
Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου.
Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου.
Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ.
Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄.

Θεός Κύριος καί ἐπέφανεν ἠμίν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Τετράκις).

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ
Τούς προσιόντας τῷ ἁγίω Ναῶ σου, Ἱερομάρτυς τοῦ Κυρίου Θεράπον, καί τήν θερμήν αἰτοῦντας προστασίαν σου, πάσης ἀπολύτρωσαι, ἐπήρειας καί νόσου, καί παθῶν καί
θλίψεων, καί παντοίων κινδύνων σύ γάρ μεγίστην χάριν πρός Χριστοῦ, ἔχεις παμμάκαρ, τελεῖν τά θαυμάσια.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἦχος ἅ΄ «Τοῦ λίθου σφραγισθέντος»
Ὡς ἐν λυχνία ἐτέθης παρά Θεοῦ λύχνος ἄσβεστος, καταφωτίζων πλουσίως τά λογικά Αὐτοῦ πρόβατα, δογμάτων ὀρθοδόξων διδαχαῖς, Θεράπων τοῦ Χριστοῦ Ἱερουργέ. Διά τοῦτο
συγχορεύεις μετά τῶν Ἀσωμάτων, διπλοῖς στεφάνοις κοσμούμενος. Δόξα τῷ δεδωκότι σοί ἰσχύν, τόν δρόμον τοῦ μαρτυρίου διελθεῖν, πρεσβεύων μή ἐλλίπης ὑπέρ ἠμῶν τῶν
τιμώντων Σέ.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων;
Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ Σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός Ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἑξάλειψον τό ἀνόμημά μου.
Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις Σου, καί νικήσης ἐν τῷ κρίνεσθαι Σέ.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου.
Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας Σου ἐδήλωσας μοί.
Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀποστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον.
Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου Σου, καί τό Πνεῦμά Σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ.
Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί Σέ ἐπιστρέψουσι.
Ρύσαι μέ ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην Σου.
Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία Σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ὁ κανών οὗ ἡ ἀκροστιχίς.
Θεράπον δίδου μοί θεραπείαν. Γερασίμου.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Θεόν ἐκδυσώπει ὑπέρ ἠμῶν, Θεράπον θεοφρον, τῶν τιμώντων σέ εὐλαβῶς, διδόναι ἠμίν πταισμάτων λύσιν, καί τῶν παθῶν ἀπολύτρωσιν Ἅγιε.
Ἐν νόσοις πλουτουντές σέ ἰατρόν, πιστῶς σοί βοῶμεν, Ἱεράρχα θαυματουργέ. Ἴασαι ψυχῶν ἠμῶν τούς πόνους, καί τῶν σωμάτων ὀδύνας δεόμεθα.
Ροαῖς τῶν ἁγίων σου πρεσβειῶν, κατασβεσον Πάτερ, τῶν παθῶν μου φλόγα πικρᾶν, καί ὄμβρησον δρόσον εὐφροσύνης, τή τεθλιμμένη ψυχή μου μακάριε.

Θεοτοκίον.
Ἁγία Παρθένε Μῆτερ Θεοῦ, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, ρύσαι ἐναγών μέ νοημάτων, καί τήν ρυπώσαν ψυχήν μου ἁγίασον.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Πλήρης ὧν θείας δόξης, τή τοῦ Χριστοῦ χάριτι, πάσης ἀδοξίας Θεράπον, παθῶν θλιβόντων μέ, λύτρωσαι δέομαι,
καί τήν κατ’ ἄμφω ὑγείαν, καί ρῶσιν παρασχου μοί, ὡς συμπαθέστατος.
Ὁ Ναός σου ὁ θεῖος, οἴα λιμήν ἄκλυστος, πρόκειται Θεράπον τοῖς πάσι, ἐπιφοιτήσει σου, ὤ προσευχόμενοι, τρικυμιῶν τῶν τοῦ βίου, τάχος ἐκλυτρούμεθα, ὑμνολογοῦντες σέ.
Νοσημάτων ποικίλων, καί συμφορῶν Ἅγιε, ὡς Ἱερομάρτυς Θεράπον, Χριστοῦ περιδοξος, ρύου ἑκάστοτε, τούς τή θερμή σου πρεσβεία, πίστει καταφεύγοντας, καί εὐφημούντας σέ.

Θεοτοκίον.
Δυναστείας μέ ρύσαι, τῆς τοῦ ἐχθροῦ Ἄχραντε, δί’ ἤς καθ’ ἑκάστην ἡμέραν, τῷ νῶ μολύνομαι, καί μετανοίας τό πῦρ, ἀναψον νῦν τή ψυχή μου, ὡς ἄν τῆς λαμπρότητος, τύχω τοῦ Πλάστου μου.
Διασωσον, Ἱερομάρτυς Θεράπον ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, τούς ἀδιστάκτω καρδία, σοί προσιόντας.
Ἐπιβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα Ἦχος β΄. Πρεσβεία θερμή...
Προστάτην θερμόν, κεκτήμεθα σέ Ἅγιε, ἐκ πάσης ὀργῆς, ἠμᾶς ἀπολυτρούμενον διό πιστῶς βοῶμεν σοί, Ἱεράρχα Θεράπον πανθαύμαστε,
μή διαλίπης παρέχειν ἀεί, ἠμίν τήν ταχεῖάν σου βοήθειαν.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.
Ἰατρεύειν ἑκάστοτε, τούς τετρυχωμένους δεινοῖς νοσήμασι, μή ἐλλείπης ἀξιάγαστε, πίστει προσιόντας τή εἰκόνι σου.
Δοξασθεῖς πολλοῖς θαύμασιν, ὡς Ἱερομάρτυς Χριστοῦ ἀήττητος, ἀναβλύζεις χάριν ἄφθονον, Ἅγιε Θεράπον τοῖς ἰκέταις σου.
Οἱ ἐν θλίψει προσπέσατε, τή εἰκόνι πίστει τή τοῦ Θεράποντος, ἴνα λάβητε τήν ἴασιν, καί ἁπαλλαγῆτε πάσης μάστιγος.

Θεοτοκίον.
Ὑπερύμνητε Δέσποινα, ἐκτενῶς δυσώπει τόν ἐκ λαγόνων σου, προελθόντα ὑπέρ ἔννοιαν, ἴνα σωτηρίας πάντες τύχωμεν.

Ὧδε ἐ΄. Φώτισον ἠμᾶς...
Μέγας ἀρωγός, καί προστάτης ἐτοιμότατος, τοῖς προστρέχουσι τῷ θείω σου Ναῶ, ὡς κλεινός Ἱερομάρτυς ὤφθης Ἅγιε.
Ὄμβρησον ἠμίν, οὐρανόθεν ἀγαλλίασιν, τοῖς ἐν θλίψεσι καί πόνοις χαλεποῖς, ὤ Θεράπον καί εἰρήνην ἀστασίαστον.
Ἴδε συμπαθῶς, τούς προσπίπτοντας ἐκ πίστεως, τή ἁγία εἰκόνι καί σεπτή, καί τήν δέησιν αὐτῶν πλήρωσον Ἅγιε.

Θεοτοκίον.
Θραῦσον τοῦ ἐχθροῦ, τήν μανίαν καί τά βέλεμνα, τοῦ ὡς λέοντος ὀρμῶντος καθ’ ἠμῶν, Θεοτόκε ἐν εἰρήνη ἠμᾶς σκέπουσα.

Ὠδή στ΄. Τήν δέησιν.
Ἐξ ὕψους, Ἱερομάρτυς Κυρίου, τούς πελάζοντας τῷ θείω σου Οἴκω, ἐν ἱλαρότητος ὄμματι βλέψον, καί τάς φωνᾶς τούτων προσδεξαι Ἅγιε,
καί δίδου τούτοις συμπαθῶς, τάς αἰτήσεις καί, πᾶν ἄλλο δώρημα.
Ρημάτων, ἐκ κατωδύνου ψυχῆς μου, ἐνωτίσθητι δεήσεως Πάτερ, καί συνεχούσης μέ θλίψεως ρύσαι, ἐπιφερούσης μοί πόνους καί δάκρυα,
καί λύτρωσαι μέ τῶν δεινῶν, τή θερμή ἀντιλήψει σου Ἅγιε.
Ἁπάσης, ἐπιβουλῆς τῶν δαιμόνων, καί κακίας τῶν τά φαῦλα φιλούντων, Ἱερομάρτυς Κυρίου Θεράπον, τή ὀξυτάτη πρεσβεία σου λύτρωσαι,
τούς σέ προστάτην ἀληθῆ, ἐν κινδύνοις καί θλίψεσιν ἔχοντας.

Θεοτοκίον.
Πληγεῖς μέν, τή τοῦ Βελίαρ μανία, καταπέπτωκα εἰς βάθη κακίας, τήν δέ πολλήν σου χρηστότητα Κόρη, εἰς νοῦν λαβόμενος πίστει κραυγάζω σοί Ἑξάρπασον μέ τῶν χειρῶν, τοῦ ἐχθροῦ Θεοτόκε καί σῶσον μέ.
Διασωσον, Ἱερομάρτυς Θεράπον ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, τούς ἀδιστάκτω καρδία, σοί προσιόντας.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.
xristianos.gr
Αἴτησις καί τό Κοντάκιον. Ἦχος β΄. Τοῖς αἱμάτων σου ρείθροις.
Ἱερομάρτυς Θεράπον μακάριε, τῆς Ἐκκλησίας προστάτα καί πρόβολε, ἀπείργων μή παύση δεόμεθα, τάς καθ’ ἠμῶν, ἐπιθέσεις τοῦ δράκοντος, σύ γάρ βοηθός ἠμῶν ἕτοιμος.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τή γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος (δίς).
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον
Ἐκ τοῦ κατά Λουκᾶν (12, 8 - 12)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πᾶς ὅς ἄν ὁμολογήση ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, καί ὁ Υἱός τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῶ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ.
Ὁ δέ ἀρνησάμενος μέ ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καί ὅς ἐρεῖ λόγον εἰς τόν Υἱόν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῶ, τῷ δέ εἰς τό
Ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δέ προσφέρωσιν ὑμᾶς ἐπί τάς συναγωγᾶς, καί τάς ἀρχάς, καί τάς ἐξουσίας, μή μεριμνᾶτε πῶς ἤ τί ἀπολογήσησθε, ἤ τί εἴπητε,
τό γάρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτή τή ὥρα, ἅ δεῖ εἰπεῖν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου πρεσβεῖες Ἐλεῆμον, ἑξάληψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἑξάλειψον τό ἀνόμημά μου.
Ὅλην τήν τοῦ Πνεύματος, ὡς Ἱεράρχης θεοφρον, χάριν εἰσδεξάμενος, τόν Χριστόν ἐδόξασας δί’ ἀθλήσεως, καί πολλαῖς χάρισι, δοξασθεῖς Θεράπον, ἐνεργεῖς πάσιν ἰάματα, καί παύεις Ἅγιε, πάθη καί δεινά ἀρρωστήματα, τοῖς πίστει προσπελάζουσι, τῷ σεπτῶ Ναῶ σου ἑκάστοτε διό σοί βοῶμεν Μή παύση ἱκετεύων τόν Χριστόν, ἁμαρτιῶν δοῦναι ἄφεσιν, τοῖς σέ μακαρίζουσι.
Ὁ Ἱερεύς: Σῶσον, Κύριε, τόν λαόν Σου καί εὐλόγησον τήν κληρονομίαν Σου, νίκας τοῖς βασιλεύσι κατά βαρβάρων δωρούμενος καί τό σόν φυλάττων,
διά τοῦ Σταυροῦ Σου, πολίτευμα.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐξ ἐχθρῶν ἀοράτων, καί δεινῶν συντριμμάτων Θεράπον ἔνδοξε, καί πάσης ἀθυμίας, ἀπήμονας συντήρει, τούς βοώντας ἑκάστοτε. Ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἰαμάτων τά ρεῖθρα, ἡ ἅγια εἰκών σου Θεράπον βλύζουσα, παθῶν τάς διεκχύσεις, ξηραίνει καί παρέχει, τήν ὑγείαν τοῖς κράζουσιν. Ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.
Ἀλγυνόμενος σφόδρα, ταῖς πολλαῖς ἁμαρτίαις Θεράπον Ἅγιε, προστρέχω τῷ Ναῶ σου, τυχεῖν τῆς θεραπείας, ἤν παρασχου μοί κράζοντι. Ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Νεκρωθεῖς Θεοτόκε, ταῖς πολλαῖς ἁμαρτίαις ἀπνοῦς κατακεῖμαι, ἀλλά πρός σέ ἐκτείνω, καί χείρας καί καρδίαν, καί τήν δέησιν Ἄχραντε, ἴνα σωθεῖς τοῦ ἐχθροῦ, ζήσω ζωήν ὁσίαν.

Ὠδή ἡ΄. Τόν Βασιλέα τῶν οὐρανῶν.
Γενού Θεράπον, ἠμῶν μεσίτης καί πρέσβυς, πρός τόν Κύριον τόν σέ ἐνισχυκότα, ἴνα τῶν πταισμάτων, ληψώμεθα τήν λύσιν.
Ἐν τῷ Ναῶ σου, ἅπας πιστός καταφεύγων, ὧν πέρ δέεται κομίζεται τήν κτῆσιν ὅθεν σου Θεράπον, κηρύττομεν τήν χάριν.
Ρύπων κακίας, τή ρυπτικῆ σου πρεσβεία, ἀποκάθαρον ψυχήν μου τήν ρυπώσαν, ἴνα σέ γεραίρω, κλεινέ Ἱερομάρτυς.

Θεοτοκίον.
Ἀδιαφθόρως, τόν πάντων Κτίστην τεκοῦσα, τόν φθαρέντα μέ ἀπάτη τοῦ Βελίαρ, καίνισον Παρθένε, διά τῆς μετανοίας.

Ὠδή θ΄. Κυρίως Θεοτόκιον.
Συνῶν Ἀγγέλων δήμοις, σύν αὐτοῖς δυσώπει, Ἱερομάρτυς Θεράπον μακάριε, πάσης ἀνάγκης λυτροῦσθαι τους σέ γεραίροντας.
Ἰάτρευσον τόν νοῦν μου, Ἅγιε Θεράπον, καί τάς ὀδύνας τοῦ σώματος κούφισον, τή σοί δοθείση πλούσια θεό θέν χάριτι.
Μεγάλως ἐδοξάσθης, ὡς Ἱερομάρτυς, παρά Κυρίου Θεράπον μακάριε, ὅθεν μεγάλων κινδύνων ἠμᾶς ἁπάλλαττε.
Οἱ πίστει προσιόντες, τή σή προστασία, πάσης ἀνάγκης τήν λύσιν κομίζονται διό Θεράπον ἀπαύστως σέ μακαρίζομεν.

Θεοτοκίον.
Ὑψώσασα τήν φύσιν, τοῦ Ἀδάμ πεσοῦσαν, τῷ πανυψίστω σου τόκω Πανάμωμε, πρός ἀρετῶν τάς ὑψώσεις τόν νοῦν μου ὕψωσον.

Τό Ἄξιόν ἐστι καί τά Μεγαλυνάρια.
Ὤφθης Ἱεράρχης θεοειδῆς, καί στερρῶς ἀθλήσας, Ἀθλοφόρος περιφανής, καί ἐν ἀμφοτέροις, Χριστόν λαμπρῶς δοξάσας, ἀξίως ἐδοξάσθης, Θεράπον ἔνδοξε.
Χρίσμα περικείμενος τό σεπτόν, ἐν Ἀρχιερεύσι, διαπρέπεις ποιμαντικῶς, καί ὑπέρ Κυρίου, νομίμως ἐναθλήσας, πολλῶν χαρίτων ὤφθης, Θεράπον ἔμπλεως.
Ἤσχυνας τῆς πλάνης τάς μηχανᾶς, ἐν λόγοις καί ἔργοις, καί ἀγῶσιν ἀθλητικοῖς, Ἅγιε Θεράπον διό τοῖς σέ αἰτούσι, παρέχεις οὐρανόθεν, χάριν ἀέναον.
Καίροις ἱερέων κλέος σεπτόν χαίροις Ἀθλοφόρων, ἐγκαλλώπισμα ἱερόν, Ἅγιε Θεράπον, σοφέ Ἱερομάρτυς προστάτα τῶν ἐν πίστει, ἀνευφημούντων σέ.
Πάσι τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείω Ναῶ σου, δίδου Πάτερ ὡς συμπαθής, παθῶν θεραπείαν, καί βίου εὐπραγίαν, καί ψυχικήν γαλήνην, Θεράπον Ἅγιε.
Πρέσβευε ἀπαύστως ὑπέρ ἠμῶν, Θεράπον παμμάκαρ, τῷ τῶν ὅλων Δημιουργῶ, ὡς ἄν τῷ ἐν βίω, δυσχερειῶν ρυσθῶμεν, καί λάβωμεν πταισμάτων τήν ἀπολύτρωσιν.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἤμας.
Τό τρισάγιον, τά συνήθη τροπάρια, ἐκτενής, καί ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τά ἕξης:

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προστρέχοντας πιστῶς, τή σή ὀξυτάτη πρεσβεία, Θεράπον ἔνδοξε, πάσης ἀπολύτρωσαι βλάβης καί θλίψεως, καί τοῖς πάσχουσι δώρησαι, χαράν καί ὑγείαν, καί
πταισμάτων ἄφεσιν, αἴτησαι ἄπασι σύ γάρ ὡς καλῶς ἀριστεύσας, ἔλαβες θεόθεν τήν χάριν, ἐκπληροῦν ἁπάντων τά αἰτήματα.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Ἦχος β΄.
Τήν πάσαν ἐλπίδά μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἠμᾶς ὑπό τήν σκέπην σου.
Δίστιχον
Θεράπον ἀξίωσον νῦν θεραπείας
Γεράσιμον σπεύδοντα τή ἀρωγή σου.
 http://xristianos.gr

Εικόνα 

 

Κλικ εδώ. Άγιος Θεράποντας Επίσκοπος Κύπρου +14 Μαΐου

Τα λάθη είναι πολλά όπου η αγάπη είναι λίγη. Εκεί που η αγάπη περισσεύει τα λάθη εξαφανίζονται!

Ανακοίνωση των διαχειριστών της ιστοσελίδας μας

Οι απόψεις που δημοσιεύονται δεν απηχούν κατ' ανάγκη και τις απόψεις των διαχειριστών.
Οι φωτογραφίες προέρχονται από τα site και blog που μνημονεύονται ή από google search ή από άλλες πηγές και ανήκουν αποκλειστικά στους δημιουργούς τους.
Τα αποσπάσματα video που δημοσιεύονται προέρχονται από άλλα site τα οποία και αναφέρονται (σαν Πηγή) ή περιέχουν το λογότυπο τους.
Εάν παρόλα αυτά κάποιος/α θεωρεί ότι θίγεται από ανάρτηση του Blog, καλείται να επικοινωνήσει στο atladidas@gmail.com προς αποκατάσταση του θέματος.