| Κανὼν ΞΔ' τῶν Ἁγίων Ἀποστόλων. "Εἴ τις Κληρικὸς εὑρεθῇ τὴν Κυριακὴν ἡμέραν νηστεύων, ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς μόνον, καθαιρείσθω. Εἰ δὲ Λαϊκὸς, ἀφοριζέσθω".
Νὰ ἀναφέρουμε καὶ τὸν Ἅγιο Νικόδημο [Πηδάλιον, σ. 83]: "Πλὴν καὶ τούτων λεγομένων, δὲν δίδεται ἄδεια εἴς τινα νὰ καταλύῃ τὰ Σάββατα καὶ τὰς Κυριακὰς τῆς μ'. εἰς τυρὶ καὶ αὐγὰ, κατὰ τὸν νς'. τῆς ς'. ἀλλ' εἰς μόνον οἰνέλαιον, καὶ ὀστρακόδερμα".
Δυστυχῶς, μερικοὶ στὴν Ἀμερικὴ ἔχουν ἐρμηνεύσει τὸν ἀνωτέρω ἱερὸ Κανόνα κατὰ πῶς διατάζει ἡ κοιλία τους, καὶ ἀπουσίᾳ κατηχήσεως, τρώγουν κρέας τὸ Σάββατον καὶ κοινωνοῦν τὴν Κυριακή! [δεῖτε παρακάτω τὸν ΚΘ' καὶ τὸν ΝΣΤ' τῆς ΣΤ'.]
Κανὼν ΞΘ' τῶν Ἁγίων Ἀποστόλων. "Εἴ τις Ἐπίσκοπος, ἢ Πρεσβύτερος, ἢ Διάκονος, ἢ Ὑποδιάκονος, ἢ Ἀναγνώστης, ἢ Ψάλτης, τὴν Ἁγίαν Τεσσαρακοστὴν οὐ νηστεύει, ἢ Τετράδα, ἢ Παρασκευὴν, καθαιρείσθω. Ἐκτὸς εἰμὴ δι' ἀσθένειαν σωματικὴν ἐμποδίζοιτο. Ἐὰν δὲ λαϊκὸς ᾖ, ἀφοριζέσθω".
Λέει ἐπίσης ὁ Ἅγιος Νικόδημος [Πηδάλιον, σ. 95]: "...πόσον ἀξιοκατάκριτοι εἶναι ἐκεῖνοι ὁποῦ ἐγέμωσαν τὰ νεοτύπωτα Ὡρολόγια ἀπὸ καταλύσεις οἴνου καὶ ἐλαίου, βαλμένας ὄχι μόνον εἰς τοὺς μεγαλωνύμους Ἁγίους, ἀλλὰ καὶ εἰς Ἁγίους μικροῦ ὀνόματος, καὶ ἁπλῶς εἰπεῖν εἰς ἀδοξολογήτους, τὰς ὁποίας δὲν ἔχουσι τὰ σωζόμενα παλαιὰ χειρόγραφα, καὶ τετυπωμένα Ὡρολόγια. Ὅθεν οἱ τὴν εἴδησιν ταύτην λαμβάνοντες, διορθωθήτωσαν, καὶ τοῖς παλαιοῖς μᾶλλον, ἢ τοῖς νέοις ἀκολουθήτωσαν".
Κανὼν ΚΘ' τῆς ΣΤ' Οἰκουμενικῆς Συνόδου. "Ὁ τῶν ἐν Καρθαγένῃ διαγορεύει Κανὼν, ὥστε, Ἅγια Θυσιαστηρίου, εἰ μὴ ὑπὸ νηστικῶν ἀνθρώπων, μὴ ἐπιτελεῖσθαι, ἐξῃρημένης μιᾶς ἐτησίας ἡμέρας, ἐν ᾗ τὸ Κυριακὸν Δεῖπνον ἐπιτελεῖται, ἴσως τηνικαῦτα διά τινας κατὰ τόπους προφάσεις τῇ Ἐκκλησίᾳ λυσιτελεῖς, τῶν θείων ἐκείνων Πατέρων, τοιαύτῃ χρησαμένων οἰκονομίᾳ. Μηδενὸς οὖν ἡμᾶς ἐνάγοντος καταλιπεῖν τὴν ἀκρίβειαν, ὁρίζομεν, Ἀποστολικαῖς, καὶ Πατρικαῖς ἑπόμενοι παραδόσεσι, μὴ δεῖν ἐν Τεσσαρακοστῇ τῇ ὑστέρᾳ ἑβδομάδι τὴν Πέμπτην λύειν, καὶ ὅλην τὴν Τεσσαρακοστὴν ἀτιμάζειν".
Νὰ ἀναφέρουμε τὸν Ἅγιο Νικόδημο [Πηδάλιον, σ. 245]: "...οἱ μέλλοντες μεταλαβεῖν, ἕως πρὸ τοῦ μεσονυκτίου ἔχουν τὴν ἄδειαν νὰ πίνουν νερὸν καὶ μετὰ ταῦτα πρέπει νὰ μὴ βάλουν τίποτε εἰς τὸ στόμα, ἕως οὗ νὰ μεταλάβουν".
Κανὼν ΝΕ' τῆς ΣΤ' Οἰκουμενικῆς Συνόδου. "Ἐπειδὴ μεμαθήκαμεν τοὺς ἐν τῇ Ῥωμαίων πόλει, ἐν τῇ Ἁγία τῆς Τεσσαρακοστῆς νηστείᾳ, τοῖς ταύτης Σάββασι νηστεύειν παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξε τῇ Ἁγίᾳ Συνόδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τῇ Ῥωμαίων Ἐκκλησίᾳ ἀπαρασαλεύτως τὸν Κανόνα, τὸν λέγοντα· εἴ τις Κληρικὸς εὑρεθείη τὴν ἁγίαν Κυριακὴν νηστεύων, ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω, εἰ δὲ λαϊκὸς, ἀφοριζέσθω".
Κανὼν ΝΣΤ' τῆς ΣΤ' Οἰκουμενικῆς Συνόδου. "Ὡσαύτως μεμαθήκαμεν ἔντε τῇ Ἀρμενίων χώρᾳ, καὶ ἐν ἑτέροις τόποις, ἐν τοῖς Σάββασι, καὶ ἐν ταῖς Κυριακαῖς τῆς Ἁγίας Τεσσαρακοστῆς ὠὰ καὶ τυρὸν ἐσθίειν τινάς. Ἔδοξε τοίνυν καὶ τοῦτο, ὥστε τὴν κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ Ἐκκλησίαν, μιᾷ κατακολουθοῦσαν τάξει, τὴν νηστείαν ἐπιτελεῖν, καὶ ἀπέχεσθαι, ὥσπερ θυτοῦ παντοίου, οὕτω δὴ ὠοῦ καὶ τυροῦ, ἅ καρπός εἰσι καὶ γεννήματα, ὧν ἀπεχόμεθα· εἰ δὲ μὴ τοῦτο παραφυλάττοιεν, εἰ μὲν Κληρικοὶ εἶεν, καθαιρείσθωσαν, εἰ δὲ λαϊκοὶ, ἀφοριζέσθωσαν.
Κανὼν ΙΕ' τοῦ Ἁγίου Πέτρου Ἀλεξανδρείας. "Οὐκ ἐγκαλέσει τις ἡμῖν παρατηρουμένοις Τετράδα καὶ Παρασκε[υ]ήν, ἐν αἶς καὶ νηστεύειν ἡμῖν κατὰ παράδοσιν εὐλόγως προστέτακται. Τὴν μὲν γὰρ Τετράδα διὰ τὸ γινόμενον συμβούλιον ὑπὸ τῶν Ἰουδαίων ἐπὶ τῇ προδοσίᾳ τοῦ Κυρίου· τὴν δὲ Παρασκευὴν, διὰ τὸ πεπονθέναι Αὐτὸν ὑπὲρ ἡμῶν· τὴν δὲ Κυριακὴν χαρμοσύνης ἡμέραν ἄγομεν, διὰ Τὸν Ἀναστάντα ἐν αὐτῇ, ἐν ᾗ οὐδὲ γόνυ κλίνομεν παρειλήφαμεν".
-------------- Σημ. Οἱ Κανόνες τῶν Ἁγίων Ἀποστόλων, ἔχουν ἐπικυρωθεῖ ἀπὸ τὸν β' Κανόνα τῆς ΣΤ' Οἰκουμενικῆς Συνόδου, καὶ ἀπὸ τὸν α' Κανόνα τῆς Ζ' Οἰκ. Συνόδου. Οἱ Κανόνες τοῦ Ἁγίου Πέτρου Ἀλεξανδρείας, ἔχουν ἐπικυρωθεῖ ἀπὸ τὸν α' Κανόνα τῆς Δ' Οἰκ. Συν., τὸν β' τῆς ΣΤ', καὶ ἀπὸ τὸν α' τῆς Ζ' Οἰκ. Συνόδου.
|
|