1η Αὐγούστου:
Μνήμη τῶν Ἁγίων Ἑπτὰ Μακκαβαίων καὶ Σολομονῆς τῆς μητρὸς αὐτῶν καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.
Συνέβη δὲ καὶ ἑπτὰ ἀδελφοὺς μετὰ τῆς μητρὸς συλληφθέντας ἀναγκάζεσθαι ὑπὸ τοῦ βασιλέως ἀπὸ τῶν ἀθεμίτων ὑείων κρεῶν ἐφάπτεσθαι μάστιξι καὶ νευραῖς αἰκιζομένους. 2 εἶς δὲ αὐτῶν γενόμενος προήγορος οὕτως ἔφη· τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν παρ᾿ ἡμῶν; ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους. 3 ἔκθυμος δὲ γενόμενος ὁ βασιλεὺς προσέταξε τήγανα καὶ λέβητας ἐκπυροῦν. 4 τῶν δὲ παραχρῆμα ἐκπυρωθέντων, παραχρῆμα τὸν γενόμενον αὐτῶν προήγορον προσέταξε γλωσσοτομεῖν καὶ περισκυθίσαντες ἀκρωτηριάζειν, τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς