Σελίδες

Τετάρτη 1 Ιανουαρίου 2014

2014 Ευχές για το Νέο Έτος!

Η εμπιστοσύνη και η ελπίδα μας στον Σωτήρα Χριστό, είναι η ποθούμενη θαλπωρή στη χειμαζομένη και κακοτράχαλη περίοδο που διανύουμε....
Ωστόσο ευχόμαστε η νέα μας χρονιά να είναι χρονιά Μετανοίας και Ελπίδας κατά τη δύσκολη
αυτή περίοδο που  διανύουμε.
  Παράλληλα ευχόμαστε ολόψυχα σ΄ όλους, αλλά και στους αναγνώστες του Αρμενιστή, το 2014 να συνοδεύεται από:
2 Ευλογίες: του Θεού και της Παναγίας,
0 στεναχώριες και θλίψεις, να είναι
1 έτος με σωματική και ψυχική Υγεία για να μπορούμε όλοι μας να βιώνουμε τους
4 στόχους: Αγάπης, Μετανοίας, Προσευχής και  Υπομονής!

Κλικ στις ιστοσελίδες μας: Αρμενιστής, Εμείς και η Κοινωνία μας, Γιάννης Αργυρός Σαντορίνη

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΟ ΝΕΟ ΕΤΟΣ
Μνήσθητι, Κύριε, τῆς Ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ εἰρήνευσον αὐτήν, ἣν περιεποιήσω τῷ τιμίῳ Αἵματι τοῦ Χριστοῦ σου, καὶ τὸν ἅγιον Οἶκον τοῦτον στερέωσον μέχρι τῆς συντελείας τοῦ αἰῶνος· Μνήσθητι, Κύριε, τῶν τὰ Δῶρά σοι ταῦτα προσκομισάντων, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν, καὶ ἐφ' οἷς αὐτὰ προσεκόμισαν· Μνήσθητι, Κύριε, τῶν καρποφορούντων, καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων. Ἄμειψαι αὐτούς τοῖς πλουσίοις σου καὶ ἐπουρανίοις χαρίσμασι, χάρισαι αὐτοῖς ἀντὶ τῶν ἐπιγείων, τὰ ἐπουράνια, ἀντὶ τῶν προσκαίρων, τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν, τὰ ἄφθαρτα.
Μνήσθητι, Κύριε, τῶν ἐν ἐρημίαις, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ, καὶ εὐλαβείᾳ καὶ ἀσκήσει, καὶ σεμνῇ πολιτείᾳ διαγόντων.
Μνήσθητι, Κύριε, πάσης ἀρχῆς καὶ ἐξουσίας, οὓς ἐδικαίωσας βασιλεύειν ἐπὶ τῆς γῆς. Χάρισαι αὐτοῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, λάλησον εἰς τὴν καρδίαν αὐτῶν ἀγαθὰ ὑπὲρ τῆς Ἐκκλησίας σου καὶ παντὸς τοῦ λαοῦ σου, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοὺς ἀγαθούς, ἐν τῇ ἀγαθότητί σου διατήρησον. Τοὺς πονηρούς, ἀγαθοὺς ποίησον ἐν τῇ χρηστότητί σου.
Μνήσθητι, Κύριε, τοῦ περιεστῶτος λαοῦ, καὶ τῶν δι' εὐλόγους αἰτίας ἀπολειφθέντων, καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς, κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου.Τὰ ταμεῖα αὐτῶν ἔμπλησον παντὸς ἀγαθοῦ, τὰς συζυγίας αὐτῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατήρησον, τὰ νήπια ἔκθρεψον, τὴν νεότητα παιδαγώγησον, τὸ γῆρας περικράτησον, τοὺς ὀλιγοψύχους παραμύθησαι, τοὺς ἐσκορπισμένους ἐπισυνάγαγε, τοὺς πεπλανημένους ἐπανάγαγε, καὶ σύναψον τῇ Ἁγίᾳ σου Καθολικῇ, καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ. Τοὺς ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων ἐλευθέρωσον, τοῖς πλέουσι σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, χηρῶν πρόστηθι, ὀρφανῶν ὑπεράσπισον, αἰχμαλώτους ῥῦσαι, νοσοῦντας ἴασαι. Τῶν ἐν βήμασι, καὶ μετάλλοις, καὶ ἐξορίαις, καὶ πικραῖς δουλείαις, καὶ πάσῃ θλίψει καὶ ἀνάγκῃ καὶ περιστάσει ὄντων, μνημόνευσον, ὁ Θεός, καὶ πάντων τῶν δεομένων τῆς μεγάλης σου εὐσπλαγχνίας, καὶ τῶν ἀγαπώντων ἡμᾶς καὶ τῶν μισούντων, καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Καὶ παντὸς τοῦ Λαοῦ σου μνήσθητι, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ ἐπὶ πάντας ἔκχεον τὸ πλούσιόν σου ἔλεος, πᾶσι παρέχων τὰ πρὸς σωτηρίαν αἰτήματα.
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, παῦσον τὰ σχίσματα τῶν Ἐκκλησιῶν, σβέσον τὰ φρυάγματα τῶν ἐθνῶν, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις ταχέως κατάλυσον, τῇ δυνάμει τοῦ Ἁγίου σου Πνεύματος. Πάντας ἡμᾶς πρόσδεξαι εἰς τὴν βασιλείαν σου, υἱούς φωτὸς καὶ υἱοὺς ἡμέρας ἀναδείξας, τὴν σὴν εἰρήνην, καὶ τὴν σὴν ἀγάπην χάρισαι ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν.
(ΑΠΟ ΤΗΝ ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΟΥ ΜΕΓ.ΒΑΣΙΛΕΙΟΥ)